TLG 2005 001 :: MARTYRIUM PIONII :: Martyrium Pionii presbyteri et sodalium MARTYRIUM PIONII Hagiogr. Martyrium Pionii presbyteri et sodalium Citation: Chapter — section — (line) | ||
t1 | Μαρτύριον τοῦ Ἁγίου Πιονίου τοῦ Πρεσβυτέρου καὶ τῶν σὺν αὐτῷ | |
1.1 | Ταῖς μνείαις τῶν ἁγίων κοινωνεῖν ὁ ἀπόστολος παραινεῖ, γινώ‐ σκων ὅτι τὸ μνήμην ποιεῖσθαι τῶν ὑγιῶς μετὰ καρδίας ἁπάσης ἐν πίστει διαγενομένων ἐπιστηρίζει τοὺς μιμεῖσθαι τὰ κρείττω θέλον‐ τας. | |
1.2 | Πιονίου δὲ τοῦ μάρτυρος καὶ μᾶλλον μεμνῆσθαι προσήκει διότι καὶ ὅτε ἐπεδήμει τῷ κόσμῳ πολλοὺς ἀπὸ τῆς πλάνης ἐπέ‐ στρεψεν ἀποστολικὸς ἀνὴρ τῶν καθ’ ἡμᾶς γενόμενος καὶ τέλος ὅτε ἐκλήθη πρὸς κύριον καὶ ἐμαρτύρησε, τὸ σύγγραμμα τοῦτο κατέλιπεν | |
5 | εἰς νουθεσίαν ἡμετέραν ἐπὶ τὸ καὶ νῦν ἔχειν ἡμᾶς μνημόσυνα τῆς διδασκαλίας αὐτοῦ. | |
---|---|---|
2.1 | Μηνὸς ἕκτου δευτέρᾳ ἐνισταμένου σαββάτου μεγάλου, ἐν τῇ γενεθλίῳ ἡμέρᾳ τοῦ μακαρίου μάρτυρος Πολυκάρπου, ὄντος τοῦ διωγμοῦ τοῦ κατὰ Δέκιον, συνελήφθησαν Πιόνιος πρεσβύτερος καὶ Σαβῖνα ὁμολογήτρια καὶ Ἀσκληπιάδης καὶ Μακεδόνια καὶ Λίμνος | |
5 | πρεσβύτερος τῆς καθολικῆς ἐκκλησίας. | |
2.2 | ὁ οὖν Πιόνιος πρὸ μιᾶς ἡμέρας τῶν Πολυκάρπου γενεθλίων εἶδεν ὅτι δεῖ ταύτῃ τῇ ἡμέρᾳ αὐτοὺς συλληφθῆναι. | |
2.3 | ὢν οὖν μετὰ τῆς Σαβίνης καὶ τοῦ Ἀσκληπιά‐ δου ἐν νηστείᾳ, ὡς εἶδεν ὅτι αὔριον δεῖ αὐτοὺς συλληφθῆναι, λαβὼν κλωστὰς ἁλύσεις τρεῖς περιέθηκε περὶ τὸν τράχηλον ἑαυτοῦ τε καὶ Σαβίνης καὶ Ἀσκληπιάδου, καὶ ἐξεδέχοντο ἐν τῷ οἴκῳ. | |
2.4 | τοῦτο δὲ ἐποίησεν ὑπὲρ τῶν ἀπαγομένων αὐτὸν μὴ δέῃ ὑπονοῆσαί τινας ὅτι ὡς οἱ λοιποὶ ὑπάγουσι μιαροφαγῆσαι, ἀλλ’ ἵνα εἰδῶσι πάντες ὅτι κεκρίκασιν εἰς φυλακὴν εὐθέως ἀπαχθῆναι. | |
3.1 | Προσευξαμένων δὲ αὐτῶν καὶ λαβόντων ἄρτον ἅγιον καὶ ὕδωρ τῷ σαββάτῳ ἐπέστη αὐτοῖς Πολέμων ὁ νεωκόρος καὶ οἱ σὺν αὐτῷ | |
τεταγμένοι ἀναζητεῖν καὶ ἕλκειν τοὺς Χριστιανοὺς ἐπιθύειν καὶ μιαροφαγεῖν. | 136 | |
3.2 | καί φησιν ὁ νεωκόρος· Οἴδατε πάντως τὸ διάταγμα τοῦ αὐτοκράτορος ὡς κελεύει ὑμᾶς ἐπιθύειν τοῖς θεοῖς. | |
3.3 | καὶ ὁ Πιόνιος ἔφη· Οἴδαμεν τὰ προστάγματα τοῦ θεοῦ ἐν οἷς κελεύει ἡμᾶς αὐτῷ μόνῳ προσκυνεῖν. | |
3.4 | Πολέμων εἶπεν· Ἔλθετε οὖν εἰς τὴν ἀγορὰν κἀκεῖ πεισθήσεσθε. καὶ ἡ Σαβῖνα καὶ ὁ Ἀσκληπιάδης ἔφησαν· Ἡμεῖς θεῷ ζῶντι πειθόμεθα. | |
3.5 | ἦγεν οὖν αὐτοὺς οὐ μετὰ βίας, καὶ προελθόντων αὐτῶν εἶδον πάντες ὅτι δεσμὰ ἐφόρουν, καὶ ὡς ἐπὶ παραδόξῳ συνέδραμεν ἐν τάχει ὄχλος ὥστε ὠθεῖν ἀλλήλους. | |
3.6 | καὶ ἐλθόντων εἰς τὴν ἀγοράν, ἐν τῇ στοᾷ τῇ ἀνατολικῇ, ἐν τῇ διπύλιδι, ἐγεμίσθη πᾶσα ἡ ἀγορὰ καὶ αἱ ὑπερῷαι στοαὶ Ἑλλήνων τε καὶ Ἰουδαίων καὶ γυναικῶν· ἐσχόλαζον γὰρ διὰ τὸ εἶναι μέγα σάβ‐ βατον. | |
3.7 | ἀνῄεσαν δὲ καὶ ἐπὶ τὰ βάθρα καὶ ἐπὶ τὰ κιβώτια σκο‐ ποῦντες. | |
4.1 | Ἔστησαν οὖν αὐτοὺς ἐν μέσῳ καὶ ὁ Πολέμων εἶπεν· Καλὸν ὑμᾶς ἐστιν, ὦ Πιόνιε, πειθαρχῆσαι καθὰ καὶ πάντες καὶ ἐπιθῦσαι ἵνα μὴ κολασθῆτε. | |
4.2 | ἐκτείνας οὖν τὴν χεῖρα ὁ Πιόνιος φαιδρῷ τῷ προσώ‐ πῳ ἀπελογήσατο εἰπών· Ἄνδρες οἱ ἐπὶ τῷ κάλλει Σμύρνης καυχώ‐ μενοι, οἱ ἐπὶ τοῦ Μέλητος, ὥς φατε, Ὁμήρῳ σεμνυνόμενοι, καὶ οἵτινες ἐν ὑμῖν Ἰουδαίων συμπάρεισιν, ἀκούσατέ μου ὀλίγα προσ‐ | |
5 | διαλεγομένου ὑμῖν. | |
4.3 | ἀκούω γὰρ ὅτι ἐπὶ τοῖς αὐτομολοῦσιν ὡς ἐπιγελῶντες καὶ ἐπιχαίροντες παίγνιον ἡγεῖσθε τὸ ἐκείνων ἀστόχημα ὅτι ἑκόντες ἐπιθύουσιν. | |
4.4 | ἔδει δὲ ὑμᾶς μέν, ὦ Ἕλληνες, πείθεσθαι τῷ διδασκάλῳ ὑμῶν Ὁμήρῳ, ὃς συμβουλεύει μὴ ὅσιον εἶναι ἐπὶ τοῖς ἀποθνήσκουσι καυχᾶσθαι. | |
4.5 | ὑμῖν δέ, ὦ Ἰουδαῖοι, Μωϋσῆς κελεύει· Ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ ἀλλὰ ἀνιστῶν ἀναστήσεις αὐτό. | |
4.6 | ὁμοίως καὶ Σολομῶντι ἔδει ὑμᾶς πείθεσθαι· Ἐὰν πέσῃ ὁ ἐχθρός σου, φησί, μὴ ἐπιχαρῇς, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. | |
5 | Ἐγὼ γὰρ τῷ ἐμῷ διδασκάλῳ πειθόμενος ἀποθνήσκειν αἱροῦμαι μᾶλλον ἢ παραβαίνειν τοὺς λόγους αὐτοῦ, καὶ ἀγωνίζομαι μὴ ἀλλάξαι ἃ πρῶτον ἔμαθον, ἔπειτα καὶ ἐδίδαξα. | |
4.8 | τίνων οὖν καταγελῶσιν οἱ Ἰουδαῖοι ἀσυμπαθῶς; εἰ γὰρ καὶ ἐχθροὶ αὐτῶν ἐσμεν, ὥς φασιν, ἀλλὰ ἄνθρωποι ἔτι ἀδικηθέντες. | |
4.9 | λέγουσιν ὅτι καιροὺς παρρησίας ἔχομεν. εἶτα, τίνας ἠδικήσαμεν; τίνας ἐφονεύσαμεν; τίνας ἐδιώξα‐ μεν; τίνας εἰδωλολατρεῖν ἠναγκάσαμεν; | 138 |
4.10 | ἢ οἴονται ὅμοια εἶναι τὰ ἑαυτῶν ἁμαρτήματα τοῖς νῦν ὑπό τινων διὰ φόβον ἀνθρώπινον πρασσομένοις; ἀλλὰ τοσούτῳ διαφέρει ὅσῳ τὰ ἑκούσια ἁμαρτήματα τῶν ἀκουσίων. | |
4.11 | τίς γὰρ ἠνάγκασεν Ἰουδαίους τελεσθῆναι τῷ Βεελφεγώρ; ἢ φαγεῖν θυσίας νεκρῶν; ἢ πορνεῦσαι εἰς τὰς θυγατέ‐ ρας τῶν ἀλλοφύλων; ἢ κατακαίειν τοῖς εἰδώλοις τοὺς υἱοὺς καὶ τὰς θυγατέρας; ἢ γογγύζειν κατὰ τοῦ θεοῦ; ἢ καταλαλεῖν Μωϋσέως; | |
5 | ἢ ἀχαριστεῖν εὐεργετουμένους; ἢ στρέφεσθαι τῇ καρδίᾳ εἰς Αἴγυ‐ πτον; ἢ ἀναβάντος Μωϋσέως λαβεῖν τὸν νόμον εἰπεῖν τῷ Ἀαρών, Ποίησον ἡμῖν θεούς, καὶ μοσχοποιῆσαι, καὶ τὰ λοιπὰ ὅσα ἐποίησαν; | |
4.12 | ὑμᾶς γὰρ δύνανται πλανᾶν. ἐπεὶ ἀναγινωσκέτωσαν ὑμῖν τὴν βίβλον τῶν Κριτῶν, τὰς Βασιλείας, τὴν Ἔξοδον, καὶ πάντα ἐν οἷς ἐλέγχονται. | |
4.13 | ἀλλὰ ζητοῦσι διὰ τί τινες μηδὲ βιασθέντες ἑαυτοῖς ἦλθον ἐπὶ τὸ θῦσαι; καὶ δι’ ἐκείνους πάντων Χριστιανῶν καταγι‐ νώσκετε; | |
4.14 | νομίσατε τὰ παρόντα ἅλωνι ὅμοια εἶναι· ποῖος σωρὸς μείζων, ἀχύρου ἢ τοῦ σίτου; ὅταν γὰρ ἔλθῃ ὁ γεωργὸς ἐν τῷ πτύῳ διακαθᾶραι τὴν ἅλωνα, τὸ ἄχυρον κοῦφον ὂν εὐκόλως ὑπὸ τοῦ ἀερίου πνεύματος μεταφέρεται, ὁ δὲ σῖτος ἐν ταὐτῷ μένει. | |
4.15 | ἴδετε πάλιν τὴν εἰς θάλασσαν βαλλομένην σαγήνην· μὴ πάντα ἃ συνάγει εὔχρηστά ἐστιν; οὕτω καὶ τὰ παρόντα. | |
4.16 | πῶς οὖν θέλετε ταῦτα πάσχειν ἡμᾶς, ὡς δικαίους ἢ ὡς ἀδίκους; εἰ μὲν ὡς ἀδίκους, πῶς οὐχὶ καὶ ὑμεῖς αὐτοῖς τοῖς ἔργοις ἄδικοι ἐλεγχόμενοι τὰ αὐτὰ πείσεσθε; εἰ δὲ ὡς δικαίους, τῶν δικαίων πασχόντων ποίαν ὑμεῖς ἐλπίδα ἔχετε; εἰ | |
5 | γὰρ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; | |
4.17 | κρίσις γὰρ τῷ κόσμῳ ἐπίκειται, περὶ ἧς πεπληρο‐ φορήμεθα διὰ πολλῶν. | |
4.18 | ἐγὼ μὲν καὶ ἀποδημήσας καὶ ἅπασαν τὴν Ἰουδαίαν περιελθὼν γῆν περάσας τε τὸν Ἰορδάνην ἐθεασάμην γῆν ἕως τοῦ νῦν μαρτυροῦσαν τὴν ἐκ τοῦ θεοῦ γενομένην αὐτῇ ὀργήν, δι’ ἃς ἐποίουν οἱ κατοικοῦντες αὐτὴν ἁμαρτίας, ξενοκτο‐ | |
5 | νοῦντες, ξενηλατοῦντες, βιαζόμενοι. | |
4.19 | εἶδον καπνὸν ἐξ αὐτῆς ἕως τοῦ νῦν ἀναβαίνοντα καὶ γῆν πυρὶ τετεφρωμένην, ἄμοιρον παντὸς καρποῦ καὶ πάσης ὑγρᾶς οὐσίας. | |
4.20 | εἶδον καὶ θάλασσαν νεκράν, ὕδωρ ὑπηλλαγμένον καὶ ἔξω τοῦ κατὰ φύσιν φόβῳ θείῳ ἀτονῆσαν καὶ τρέφειν ζῷον μὴ δυνάμενον καὶ τὸν ἐναλλόμενον εἰς αὐτὴν ὑπὸ τοῦ ὕδατος ἐκβαλλόμενον εἰς ἄνω καὶ κατέχειν ἀνθρώπου σῶμα παρ’ | 140 |
5 | ἑαυτῇ μὴ δυναμένην. ὑποδέξασθαι γὰρ ἄνθρωπον οὐ θέλει ἵνα μὴ δι’ ἄνθρωπον πάλιν ἐπιτιμηθῇ. | |
4.21 | Καὶ ταῦτα μακρὰν ὑμῶν ὄντα λέγω. ὑμεῖς ὁρᾶτε καὶ διηγεῖσθε Λυδίας γῆν Δεκαπόλεως κεκαυμένην πυρὶ καὶ προκειμένην εἰς δεῦρο ὑπόδειγμα ἀσεβῶν, Αἴτνης καὶ Σικελίας καὶ προσέτι Λυκίας καὶ τῶν νήσων ῥοιγδούμενον πῦρ. | |
4.22 | εἰ καὶ ταῦτα πόρρω ἀπέχει ἀφ’ ὑμῶν, κατανοήσατε τοῦ θερμοῦ ὕδατος τὴν χρῆσιν, λέγω δὴ τοῦ ἀναβλύζον‐ τος ἐκ γῆς, καὶ νοήσατε πόθεν ἀνάπτεται ἢ πόθεν πυροῦται εἰ μὴ ἐκβαῖνον ἐν ὑπογαίῳ πυρί. | |
4.23 | λέγετε δὲ καὶ ἐκπυρώσεις μερικὰς καὶ ἐξυδατώσεις, ὡς ὑμεῖς ἐπὶ Δευκαλίωνος ἢ ὡς ἡμεῖς ἐπὶ Νῶε. μερικὰ γίνεται ἵνα ἐκ τῶν ἐπὶ μέρους τὰ καθόλου γνωσθῇ. | |
4.24 | διὸ δὴ μαρτυρόμεθα ὑμῖν περὶ τῆς μελλούσης διὰ πυρὸς γίνεσθαι κρίσεως ὑπὸ θεοῦ διὰ τοῦ Λόγου αὐτοῦ Ἰησοῦ Χριστοῦ. καὶ διὰ τοῦτο τοῖς λεγομένοις θεοῖς ὑμῶν οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ οὐ | |
5 | προσκυνοῦμεν. | |
5.1 | Τούτων δὲ καὶ ἄλλων πολλῶν λεχθέντων, ὡς ἐπὶ πολὺ μὴ σιω‐ πῆσαι τὸν Πιόνιον, ὅ τε νεωκόρος καὶ οἱ σὺν αὐτῷ καὶ πᾶς ὁ ὄχλος ἐπέστησε τὰς ἀκοάς, ὥστε τοσαύτην ἡσυχίαν γενέσθαι ὡς μηδὲ γρῦξαί τινα. | |
5.2 | εἰπόντος δὲ πάλιν τοῦ Πιονίου ὅτι· Τοῖς θεοῖς ὑμῶν οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ οὐ προσκυνοῦμεν, ἤγαγον αὐτοὺς εἰς τὸ ὕπαιθρον εἰς τὸ μέσον καὶ περιέστησαν αὐτοῖς τινες τῶν ἀγοραίων ἅμα τῷ Πολέμωνι ἐκλιπαροῦντες καὶ λέγοντες· | |
53* | Πείσθητι ἡμῖν, Πιόνιε, ὅτι σε φιλοῦμεν καὶ διὰ πολλὰ ἄξιος εἶ ζῆν ἤθους τε ἕνεκα καὶ ἐπιεικείας. καλόν ἐστι τὸ ζῆν καὶ τὸ φῶς τοῦτο βλέπειν, καὶ ἄλλα τινὰ πλείονα. | |
5.4 | ὁ δὲ πρὸς αὐτούς· Κἀγὼ λέγω ὅτι καλόν ἐστι τὸ ζῆν, ἀλλ’ ἐκεῖνο κρεῖσσον ὃ ἡμεῖς ἐπιποθοῦ‐ μεν· καὶ τὸ φῶς, ἀλλ’ ἐκεῖνο τὸ ἀληθινόν. | |
5.5 | καὶ ταῦτα μὲν οὖν ἅπαντα καλά· καὶ οὐχ ὡς θανατιῶντες ἢ μισοῦντες τὰ ἔργα τοῦ θεοῦ φεύγομεν, ἀλλ’ ἑτέρων μεγάλων ὑπερβολῇ τούτων καταφρονοῦμεν | |
ἐνεδρευόντων ἡμᾶς. | 142 | |
6.1 | Ἀλέξανδρος δέ τις ἀγόραιος πονηρὸς ἀνὴρ εἶπεν· Ἄκουσον ἡμῶν, Πιόνιε. Πιόνιος εἶπεν· Ἐπιλαβοῦ σὺ παρ’ ἐμοῦ ἀκούειν. ἃ γὰρ σὺ οἶδας οἶδα, ἃ δὲ ἐγὼ ἐπίσταμαι σὺ ἀγνοεῖς. | |
6.2 | ὁ δὲ Ἀλέξανδρος ἠθέλησεν αὐτοῦ καταγελᾶν, ἐπεὶ καί φησιν εἰρωνείᾳ· Ταῦτα δὲ διὰ τί; | |
6.3 | Πιόνιος εἶπεν· Ταῦτα ἵνα μὴ διερχόμενοι τὴν πόλιν ὑμῶν ὑπονοηθῶμεν ὡς μιαροφαγήσοντες προσεληλύθαμεν, καὶ ἵνα μάθητε ὅτι οὐδὲ ἐπερωτᾶσθαι ἀξιοῦμεν ἀλλὰ κρίναντες οὐκ εἰς τὸ Νεμεσεῖον ἀλλ’ εἰς τὴν φυλακὴν ἀπερχόμεθα, καὶ ἵνα μὴ ὡς τοὺς λοιποὺς βίᾳ | |
5 | ἡμᾶς συναρπάσαντες ἀπαγάγητε, ἀλλὰ διὰ τὸ φορεῖν δεσμὰ ἐάσητε· τάχα γὰρ μετὰ δεσμῶν οὐκ εἰσηγάγετε ἡμᾶς εἰς τὰ εἰδωλεῖα ὑμῶν. | |
6.4 | καὶ οὕτως ὁ Ἀλέξανδρος ἐφιμώθη. καὶ πάλιν ἐκείνων πολλὰ παρακαλούντων αὐτὸν κἀκείνου λέγοντος· Οὕτω κεκρίκαμεν, καὶ πολλὰ ἐλέγχοντος αὐτοὺς καὶ περὶ τῶν μελλόντων ἀπαγγέλλοντος αὐτοῖς ὁ Ἀλέξανδρος εἶπεν· | |
6.5 | Τίς γὰρ χρεία ἐστί, φησίν, τῶν λόγων ὑμῶν τούτων ὁπότε οὐκ ἔξεστιν ὑμᾶς ζῆν; | |
7.1 | Τοῦ δὲ δήμου βουλομένου ἐκκλησίαν ἐν τῷ θεάτρῳ ποιεῖν ἵνα ἐκεῖ ἀκούσωσι πλείονα, κηδόμενοί τινες τοῦ στρατηγοῦ προσελθόντες τῷ νεωκόρῳ Πολέμωνι εἶπον· Μὴ συγχώρει λαλεῖν αὐτῷ ἵνα μὴ ἐν τῷ θεάτρῳ εἰσέλθωσι καὶ θόρυβος καὶ ἐπιζήτησις περὶ τοῦ ἀνθρώπου | |
5 | γένηται. | |
7.2 | ταῦτα ἀκούσας ὁ Πολέμων λέγει· Πιόνιε, εἰ μὴ θέλεις θῦσαι, κἂν ἐλθὲ εἰς τὸ Νεμεσεῖον. ὁ δὲ ἔφη· Ἀλλ’ οὐ συμφέρει σου τοῖς εἰδώλοις ἵνα ἐκεῖ ἔλθωμεν. | |
7.3 | Πολέμων εἶπεν· Πείσθητι ἡμῖν, Πιόνιε. Πιόνιος εἶπεν· Εἴθε ἠδυνάμην ἐγὼ ὑμᾶς πεῖσαι Χριστιανοὺς γενέσθαι. | |
7.4 | οἱ δὲ μέγα ἀναγελάσαντες εἶπον· Οὐδὲν ἔχεις τοιοῦτο ποιῆσαι ἵνα ζῶντες καῶμεν. Πιόνιος εἶπεν· Χεῖρόν ἐστι πολὺ ἀποθανόντας καυθῆναι. | |
7.5 | μειδιώσης δὲ τῆς Σαβίνης ὁ νεωκόρος καὶ οἱ μετ’ αὐτοῦ εἶπον· Γελᾷς; ἡ δὲ εἶπεν· Ἐὰν ὁ θεὸς θέλῃ, ναί. Χριστιανοὶ γάρ ἐσμεν· ὅσοι γὰρ εἰς Χριστὸν πιστεύουσιν ἀδιστάκτως γελάσουσιν ἐν χαρᾷ ἀϊδίῳ. | 144 |
7.6 | λέγουσιν αὐτῇ· Σὺ μὲν ὃ οὐ θέλεις μέλλεις πάσχειν· αἱ γὰρ μὴ ἐπιθύουσαι εἰς πορνεῖον ἵστανται. ἡ δὲ εἶπεν· Τῷ ἁγίῳ θεῷ μελήσει περὶ τούτου. | |
8.1 | Πάλιν δὲ Πιονίῳ εἶπεν Πολέμων· Πείσθητι ἡμῖν, Πιόνιε. Πιόνιος εἶπεν· Κεκέλευσαι ἢ πείθειν ἢ κολάζειν. οὐ πείθεις· κόλαζε. | |
8.2 | τότε ἐπερωτᾷ ὁ νεωκόρος Πολέμων λέγων· Ἐπίθυσον, Πιόνιε. Πιόνιος εἶπεν ὅτι Χριστιανός εἰμι. | |
8.3 | Πολέμων εἶπεν· Ποῖον θεὸν σέβῃ; Πιόνιος εἶπεν· Τὸν θεὸν τὸν παντοκράτορα τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ πάντας ἡμᾶς, ὃς παρέχει ἡμῖν πάντα πλουσίως, ὃν ἐγνώκαμεν διὰ τοῦ Λόγου | |
5 | αὐτοῦ Χριστοῦ. | |
8.4 | Πολέμων εἶπεν· Ἐπίθυσον οὖν κἂν τῷ αὐτο‐ κράτορι. Πιόνιος εἶπεν· Ἐγὼ ἀνθρώπῳ οὐκ ἐπιθύω· Χριστιανὸς γάρ εἰμι. | |
9.1 | Εἶτα ἐπηρώτησεν ἐγγράφως λέγων αὐτῷ· Τίς λέγῃ; γράφοντος τοῦ νοταρίου πάντα. ἀπεκρίθη· Πιόνιος. | |
9.2 | Πολέμων εἶπεν· Χρι‐ στιανὸς εἶ; Πιόνιος εἶπεν· Ναί. Πολέμων ὁ νεωκόρος εἶπεν· Ποίας ἐκκλησίας; ἀπεκρίνατο· Τῆς καθολικῆς, οὔτε γάρ ἐστιν ἄλλη παρὰ τῷ Χριστῷ. | |
9.3 | εἶτα ἦλθεν ἐπὶ τὴν Σαβῖναν. προειρήκει δὲ αὐτῇ ὁ Πιόνιος ὅτι Εἰπὸν σεαυτὴν Θεοδότην, πρὸς τὸ μὴ ἐμπεσεῖν αὐτὴν ἐκ τοῦ ὀνόματος πάλιν εἰς τὰς χεῖρας τῆς ἀνόμου Πολίττης τῆς γενομένης αὐτῆς δεσποίνης. | |
9.4 | αὕτη γὰρ ἐπὶ καιρῶν Γορδιανοῦ βουλομένη μεταγαγεῖν τῆς πίστεως τὴν Σαβῖναν πεδήσασα ἐξώρισεν αὐτὴν ἐν ὄρεσιν, ὅπου εἶχε τὰ ἐπιτήδεια λάθρα παρὰ τῶν ἀδελφῶν. μετὰ δὲ ταῦτα σπουδὴ ἐγένετο ὥστε αὐτὴν ἐλευθερωθῆναι καὶ | |
5 | Πολίττης καὶ τῶν δεσμῶν, καὶ ἦν τὰ πλεῖστα διατρίβουσα μετὰ τοῦ Πιονίου καὶ συνελήφθη ἐν τῷ διωγμῷ τούτῳ. | |
9.5 | εἶπεν οὖν καὶ | |
ταύτῃ ὁ Πολέμων· Τίς λέγῃ; ἡ δὲ εἶπεν· Θεοδότη. ὁ δὲ ἔφη· Χριστιανὴ εἶ; ἡ δὲ λέγει· Ναί, Χριστιανή εἰμι. | 146 | |
9.6 | Πολέμων εἶπεν· Ποίας ἐκκλησίας; Σαβῖνα εἶπεν· Τῆς καθολικῆς. Πολέμων εἶπεν· Τίνα σέβῃ; Σαβῖνα εἶπεν· Τὸν θεὸν τὸν παντοκράτορα ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντας ἡμᾶς, ὃν ἐγνώκαμεν διὰ τοῦ Λόγου | |
5 | αὐτοῦ Ἰησοῦ Χριστοῦ. | |
9.7 | εἶτα ἐπηρώτησε τὸν Ἀσκληπιάδην· Τίς λέγῃ; ὁ δὲ εἶπεν· Ἀσκληπιάδης. Πολέμων εἶπεν· Χριστιανὸς εἶ; Ἀσκληπιάδης εἶπεν· Ναί. | |
9.8 | Πολέμων εἶπεν· Τίνα σέβῃ; Ἀσκλη‐ πιάδης εἶπεν· Τὸν Χριστὸν Ἰησοῦν. | |
9.9 | Πολέμων εἶπεν· Οὗτος οὖν ἄλλος ἐστίν; Ἀσκληπιάδης εἶπεν· Οὐχί, ἀλλ’ ὁ αὐτὸς ὃν καὶ οὗτοι εἰρήκασι. | |
10.1 | Τούτων δὲ λεχθέντων ἀπήγαγον αὐτοὺς εἰς τὴν φυλακήν, ἐπηκολούθει δὲ ὄχλος πολὺς ὥστε γέμειν τὴν ἀγοράν. | |
10.2 | καὶ ἔλεγόν τινες περὶ Πιονίου· Πῶς ἀεὶ χλωρὸς ὢν νῦν πυρρὸν ἔχει τὸ πρόσωπον. | |
10.3 | κρατούσης δὲ αὐτὸν τῆς Σαβίνης ἀπὸ τῶν ἱματίων διὰ τὸ ὦσμα τοῦ πλήθους ἔλεγόν τινες χλευάζοντες· Εἶτα ὡς φοβουμένη μὴ ἀποτίτθιος γένηται. | |
10.4 | εἷς δέ τις ἐξεβόησεν· Εἰ μὴ ἐπιθύουσι κολασθήτωσαν. ὁ Πολέμων ἔφη· Ἀλλ’ αἱ ῥάβδοι ἡμᾶς οὐ προ‐ άγουσιν ἵνα ἐξουσίαν ἔχωμεν. | |
10.5 | ἄλλος δέ τις ἔλεγεν· Ἴδετε, ἀνθρω‐ πάριον ὑπάγει ἐπιθῦσαι. ἔλεγε δὲ τὸν σὺν ἡμῖν Ἀσκληπιάδην. | |
10.6 | Πιόνιος εἶπεν· Σὺ ψεύδῃ· οὐ γὰρ ποιεῖ αὐτό. ἄλλοι δὲ ἔλεγον· Ὅσδε καὶ ὅσδε ἐπέθυσαν. Πιόνιος εἶπεν· Ἕκαστος ἰδίαν ἔχει προαίρεσιν. τί οὖν πρὸς ἐμέ; ἐγὼ Πιόνιος λέγομαι. | |
10.7 | ἄλλοι δὲ ἔλεγον, Ὦ τοσαύτη παιδεία, καί, Οὕτως ἐστίν. Πιόνιος εἶπεν· Ταύτην μᾶλλον οἴδατε δι’ ὧν ἐπειράθητε λιμῶν καὶ θανάτων καὶ τῶν ἄλλων πληγῶν. | |
10.8 | εἶπεν δέ τις αὐτῷ· Καὶ σὺ σὺν ἡμῖν ἐπείνασας. | |
Πιόνιος εἶπεν· Ἐγὼ μετὰ ἐλπίδος τῆς εἰς τὸν θεόν. | 148 | |
11.1 | Ταῦτα εἰπόντος αὐτοῦ μόλις ἐκ τοῦ ὄχλου ἐσφιγμένους ὥστε συμπνίγεσθαι ἐνέβαλον αὐτοὺς εἰς τὴν φυλακὴν παραδόντες τοῖς δεσμοφύλαξιν. | |
11.2 | εἰσελθόντες δὲ εὗρον κατακεκλεισμένον πρεσβύ‐ τερον τῆς καθολικῆς ἐκκλησίας ὀνόματι Λίμνον καὶ γυναῖκα Μακε‐ δονίαν ἀπὸ κώμης Καρίνης καὶ ἕνα ἐκ τῆς αἱρέσεως τῶν Φρυγῶν ὀνόματι Εὐτυχιανόν. | |
11.3 | ὄντων οὖν αὐτῶν κατὰ τὸ αὐτὸ ἔγνωσαν οἱ ἐπὶ τῆς φυλακῆς ὅτι τὰ φερόμενα ὑπὸ τῶν πιστῶν οὐ λαμβάνουσιν οἱ περὶ τὸν Πιόνιον. ἔλεγε γὰρ ὁ Πιόνιος ὅτι Ὅτε πλειόνων ἐχρῄζομεν οὐδένα ἐβαρήσαμεν. καὶ νῦν πῶς ληψόμεθα; | |
11.4 | ὠργί‐ σθησαν οὖν οἱ δεσμοφύλακες ἐπιφιλανθρωπευόμενοι ἐκ τῶν ἐρχο‐ μένων αὐτοῖς, καὶ ὀργισθέντες ἔβαλον αὐτοὺς εἰς τὸ ἐσώτερον πρὸς τὸ μὴ ἔχειν αὐτοὺς τὴν σύμπασαν φιλανθρωπίαν. | |
11.5 | δοξάσαντες οὖν τὸν θεὸν ἡσύχασαν παρέχοντες αὐτοῖς τὰ συνήθη, ὡς μεταγνῶναι τὸν ἐπάνω τῆς φυλακῆς καὶ πάλιν μεταγαγεῖν αὐτοὺς εἰς τὰ ἔμπροσθεν. | |
11.6 | οἱ δὲ ἔμειναν εἰπόντες· Δόξα τῷ κυρίῳ, συνέβη γὰρ ἡμῖν τοῦτο εἰς ἀγαθόν. | |
11.7 | ἄδειαν γὰρ ἔσχον τοῦ φιλολογεῖν καὶ προσεύχεσθαι ἡμέρας καὶ νυκτός. | |
12.1 | Ὅμως δ’ οὖν καὶ ἐν τῇ φυλακῇ πολλοὶ τῶν ἐθνῶν ἤρχοντο πείθειν θέλοντες, καὶ ἀκούοντες αὐτῶν τὰς ἀποκρίσεις ἐθαύμαζον. | |
12.2 | εἰσῄεσαν δὲ καὶ ὅσοι κατὰ ἀνάγκην ἦσαν σεσυρμένοι τῶν Χρι‐ στιανῶν ἀδελφῶν πολὺν κλαυθμὸν ποιοῦντες, ὡς μέγα πένθος καθ’ ἑκάστην ὥραν ἔχειν αὐτούς, μάλιστα ἐπὶ τοῖς εὐλαβέσι καὶ ἐν καλῇ πολιτείᾳ γενομένοις, ὡς καὶ κλαίοντα τὸν Πιόνιον λέγειν· | |
123* | Καινῇ κολάσει κολάζομαι, κατὰ μέλος τέμνομαι ὁρῶν τοὺς μαργαρίτας τῆς ἐκκλησίας ὑπὸ τῶν χοίρων καταπατουμένους καὶ τοὺς ἀστέρας τοῦ οὐρανοῦ ὑπὸ τῆς οὐρᾶς τοῦ δράκοντος εἰς τὴν γῆν σεσυρμένους, | |
5 | τὴν ἄμπελον ἣν ἐφύτευσεν ἡ δεξιὰ τοῦ θεοῦ ὑπὸ τοῦ ὑὸς τοῦ μονιοῦ λυμαινομένην· καὶ ταύτην νῦν τρυγῶσι πάντες οἱ παραπορευ‐ όμενοι τὴν ὁδόν. | |
12.4 | τεκνία μου οὓς πάλιν ὠδίνω ἕως οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας. | |
12.5 | νῦν ἡ Σωσάννα ἐνεδρεύθη ὑπὸ τῶν ἀνόμων πρεσβυτέρων, νῦν ἀνακαλύπτουσι τὴν τρυφερὰν καὶ καλήν, ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς καὶ ψευδῆ καταμαρτυρήσωσιν αὐτῆς. | |
12.6 | νῦν ὁ Ἀμὰν κωθωνίζεται, Ἐσθὴρ δὲ καὶ πᾶσα πόλις ταράσσεται. | 150 |
12.7 | νῦν οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλ’ ἢ τοῦ ἀκοῦσαι λόγον κυρίου. | |
12.8 | ἢ πάντως ἐνύσταξαν πᾶσαι αἱ παρθένοι καὶ ἐκάθευδον; | |
12.9 | ἐπληρώθη τὸ ῥῆμα τοῦ κυρίου Ἰησοῦ· Ἆρα ὁ υἱὸς τοῦ ἀνθρώ‐ που ἐλθὼν εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; | |
12.10 | ἀκούω δὲ ὅτι καὶ εἷς ἕκαστος τὸν πλησίον παραδίδωσιν, ἵνα πληρωθῇ τὸ Παρα‐ δώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον. | |
12.11 | ἄρα ἐξῃτήσατο ὁ σατανᾶς ἡμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· πύρινον δὲ τὸ πτύον ἐν τῇ χειρὶ τοῦ θεοῦ Λόγου τοῦ διακαθᾶραι τὴν ἅλωνα. | |
12.12 | τάχα ἐμωράνθη τὸ ἅλας καὶ ἐβλήθη ἔξω καὶ καταπατεῖται ὑπὸ τῶν ἀνθρώπων. | |
12.13 | ἀλλὰ μή τις ὑπολάβῃ, τεκνία, ὅτι ἠδυνάτησεν ὁ κύριος ἀλλ’ ἡμεῖς. | |
12.14 | Μὴ ἀδυνατεῖ γάρ, φησίν, ἡ χείρ μου τοῦ ἐξελέσθαι; ἢ ἐβάρυνε τὸ οὖς μου 〈τοῦ〉 μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀνὰ μέσον ἐμοῦ τοῦ θεοῦ καὶ ὑμῶν. | |
12.15 | ἠδικήσαμεν γάρ, ἔνιοι δὲ καὶ καταφρονήσαντες· ἠνομήσαμεν ἀλλήλους δάκνοντες καὶ ἀλλήλους καταιτιώμενοι· ὑπὸ ἀλλήλων ἀνηλώθημεν. | |
12.16 | ἔδει δὲ ἡμῶν τὴν δικαιοσύνην περισ‐ σεύειν μᾶλλον πλέον τῶν γραμματέων καὶ Φαρισαίων. | |
13.1 | Ἀκούω δὲ ὅτι καί τινας ὑμῶν Ἰουδαῖοι καλοῦσιν εἰς συναγωγάς. διὸ προσέχετε μή ποτε ὑμῶν καὶ μεῖζον καὶ ἑκούσιον ἁμάρτημα ἅψηται, μηδέ τις τὴν ἀναφαίρετον ἁμαρτίαν τὴν εἰς τὴν βλασφημίαν τοῦ ἁγίου πνεύματος ἁμαρτήσῃ. | |
13.2 | μὴ γίνεσθε ἅμα αὐτοῖς ἄρχοντες Σοδόμων καὶ λαὸς Γομόρρας, ὧν αἱ χεῖρες αἵματος πλήρεις. ἡμεῖς δὲ οὔτε προφήτας ἀπεκτείναμεν οὐδὲ τὸν Χριστὸν παρεδώκαμεν καὶ ἐσταυρώσαμεν. | |
13.3 | καὶ τί πολλὰ λέγω ὑμῖν; μνημονεύετε ὧν ἠκούσατε 〈καὶ νῦν περαίνετε ἃ ἐμάθετε〉. ἐπεὶ κἀκεῖνο ἠκούσατε ὅτι φασὶν οἱ Ἰουδαῖοι· Ὁ Χριστὸς ἄνθρωπος ἦν καὶ ἀνεπαύσατο ὡς βιοθανής. | |
13.4 | εἰπάτωσαν οὖν ἡμῖν ποίου βιοθανοῦς πᾶς ὁ κόσμος μαθητῶν ἐπληρώθη; | |
13.5 | ποίου βιοθανοῦς ἀνθρώπου οἱ μαθηταὶ καὶ ἄλλοι μετ’ αὐτοὺς τοσοῦτοι ὑπὲρ τοῦ ὀνόματος τοῦ διδασκάλου αὐτῶν ἀπέθανον; | |
13.6 | ποίου βιοθανοῦς ἀνθρώπου τῷ ὀνόματι τοσούτοις ἔτεσι δαιμόνια ἐξεβλήθη καὶ ἐκβάλλεται καὶ ἐκβληθήσεται; καὶ ὅσα ἄλλα μεγαλεῖα ἐν τῇ ἐκκλησίᾳ τῇ καθολικῇ γίνεται. | |
13.7 | ἀγνοοῦσι δὲ ὅτι βιοθανής ἐστιν ὁ ἰδίᾳ προαιρέσει ἐξάγων ἑαυτὸν τοῦ βίου. | |
13.8 | λέγουσι δὲ καὶ | |
νεκυομαντείαν πεποιηκέναι καὶ ἀνηγειοχέναι τὸν Χριστὸν μετὰ τοῦ σταυροῦ. | 152 | |
13.9 | καὶ ποία γραφὴ τῶν παρ’ αὐτοῖς καὶ παρ’ ἡμῖν ταῦτα περὶ Χριστοῦ λέγει; τίς δὲ τῶν δικαίων ποτὲ εἶπεν; οὐχ οἱ λέγοντες ἄνομοί εἰσι; πῶς δὲ ἀνόμοις λέγουσι πιστεύσῃ τις καὶ οὐχὶ τοῖς δικαίοις μᾶλλον; | |
14.1 | Ἐγὼ μὲν οὖν τοῦτο τὸ ψεῦσμα, ὃ λέγουσιν ὡς νῦν γεγονός, ἐκ παιδὸς ἡλικίας ἤκουον λεγόντων Ἰουδαίων. | |
14.2 | ἔστι δὲ γεγραμμένον ὅτι ὁ Σαοὺλ ἐπηρώτησεν τὴν ἐγγαστρίμυθον καὶ εἶπεν τῇ γυναικὶ τῇ οὕτω μαντευομένῃ· Ἀνάγαγέ μοι τὸν Σαμουὴλ τὸν προφήτην. | |
14.3 | καὶ εἶδεν ἡ γυνὴ ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐν διπλοΐδι, καὶ ἔγνω Σαοὺλ ὅτι οὗτος Σαμουήλ, καὶ ἐπηρώτησε περὶ ὧν ἐβούλετο. | |
14.4 | τί οὖν; ἠδύνατο ἡ ἐγγαστρίμυθος ἀναγαγεῖν τὸν Σαμουὴλ ἢ οὔ; | |
14.5 | εἰ μὲν οὖν λέγουσιν ὅτι Ναί, ὡμολογήκασι τὴν ἀδικίαν πλέον ἰσχύειν τῆς δικαιοσύνης, καὶ ἐπικατάρατοί εἰσιν. | |
14.6 | ἐὰν δὲ εἴπωσιν ὅτι Οὐκ ἀνήγαγεν, ἄρα οὖν οὐδὲ τὸν Χριστὸν τὸν κύριον. | |
14.7 | ἡ δὲ ὑπόδειξις τοῦδε τοῦ λόγου ἐστὶ τοιαύτη. πῶς ἠδύνατο ἡ ἄδικος ἐγγαστρίμυθος, ἡ δαίμων, ἀναγαγεῖν τὴν τοῦ ἁγίου προφήτου ψυχὴν τὴν ἀναπαυομέ‐ νην ἐν κόλποις Ἀβραάμ; τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος κελεύ‐ | |
5 | εται. | |
14.8 | οὔκουν ὡς ἐκεῖνοι ὑπολαμβάνουσιν ἀνηνέχθη ὁ Σαμουήλ; μὴ γένοιτο. ἀλλ’ ἔστι τοιοῦτό τι· | |
14.9 | παντὶ τῷ ἀποστάτῃ γενομένῳ θεοῦ οἱ τῆς ἀποστασίας παρέπονται ἄγγελοι, καὶ παντὶ φαρμακῷ καὶ μάγῳ καὶ γόητι καὶ μάντει διαβολικοὶ ὑπουργοῦσι λειτουργοί. | |
14.10 | καὶ οὐ θαυμαστόν· φησὶ γὰρ ὁ ἀπόστολος· Αὐτὸς ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαι‐ οσύνης. ἐπείπως καὶ ὁ ἀντίχριστος ὡς ὁ Χριστὸς φανήσεται. | |
14.11 | οὐχ ὅτι οὖν ἀνήγαγε τὸν Σαμουήλ, ἀλλὰ τῇ ἐγγαστριμύθῳ καὶ τῷ ἀπο‐ στάτῃ Σαοὺλ δαίμονες ταρταραῖοι ἐξομοιωθέντες τῷ Σαμουὴλ ἐνε‐ φάνισαν ἑαυτούς. | |
14.12 | διδάξει δὲ αὐτὴ ἡ γραφή· λέγει γὰρ δῆθεν ὁ ὀφθεὶς Σαμουὴλ τῷ Σαούλ· Καὶ σὺ σήμερον μετ’ ἐμοῦ ἔσῃ. | |
14.13 | πῶς δύναται ὁ εἰδωλολάτρης Σαοὺλ εὑρεθῆναι μετὰ Σαμουήλ; ἦ δῆλον ὅτι μετὰ τῶν ἀνόμων καὶ τῶν ἀπατησάντων αὐτὸν καὶ κυριευσάντων αὐτοῦ δαιμόνων. ἄρα οὖν οὐκ ἦν Σαμουήλ. | |
14.14 | εἰ δὲ ἀδύνατόν ἐστι τὴν τοῦ ἁγίου προφήτου ἀναγαγεῖν ψυχήν, πῶς τὸν ἐν τοῖς οὐρανοῖς Ἰησοῦν Χριστόν, ὃν ἀναλαμβανόμενον εἶδον οἱ μαθηταὶ καὶ ὑπὲρ τοῦ μὴ ἀρνήσασθαι αὐτὸν ἀπέθανον, οἷόν τέ ἐστιν ἐκ γῆς ἀνερχόμενον | |
5 | ὀφθῆναι; | |
14.15 | εἰ δὲ ταῦτα μὴ δύνασθε ἀντιτιθέναι αὐτοῖς, λέγετε πρὸς αὐτούς· Ὅπως ἂν ᾖ, ἡμεῖς ὑμῶν τῶν χωρὶς ἀνάγκης ἐκπορνευ‐ σάντων καὶ εἰδωλολατρησάντων κρείττονές ἐσμεν. | 154 |
14.16 | καὶ μὴ συγκατάθεσθε αὐτοῖς ἐν ἀπογνώσει γενόμενοι, ἀδελφοί, ἀλλὰ τῇ μετανοίᾳ προσμείνατε τῷ Χριστῷ· ἐλεήμων γάρ ἐστι δέξασθαι πάλιν ὑμᾶς ὡς τέκνα. | |
15.1 | Ταῦτα δὲ αὐτοῦ λαλήσαντος καὶ ἐπισπουδάσαντος αὐτοὺς ἐξελ‐ θεῖν ἐκ τῆς φυλακῆς ἐπέστησαν αὐτοῖς ὁ νεωκόρος Πολέμων καὶ ὁ ἵππαρχος Θεόφιλος μετὰ διωγμιτῶν καὶ ὄχλου πολλοῦ λέγοντες· | |
15.2 | Ἴδε Εὐκτήμων ὁ προεστὼς ὑμῶν ἐπέθυσεν, πείσθητε καὶ ὑμεῖς· ἐρωτῶσιν ὑμᾶς Λέπιδος καὶ Εὐκτήμων ἐν τῷ Νεμεσείῳ. | |
15.3 | Πιόνιος εἶπεν· Τοὺς βληθέντας εἰς τὴν φυλακὴν ἀκόλουθόν ἐστι περιμένειν τὸν ἀνθύπατον· τί ἑαυτοῖς τὰ ἐκείνου μέρη ἐπιτρέπετε; | |
15.4 | ἀπῆλθον οὖν πολλὰ εἰπόντες, καὶ πάλιν ἦλθον μετὰ διωγμιτῶν καὶ ὄχλου, καί φησι Θεόφιλος ὁ ἵππαρχος δόλῳ· Πέπομφεν ὁ ἀνθύπατος ἵνα εἰς Ἔφεσον ἀπαχθῆτε. | |
15.5 | Πιόνιος εἶπεν· Ἐλθέτω ὁ πεμφθεὶς καὶ παρα‐ λαβέτω ἡμᾶς. ὁ ἵππαρχος εἶπεν· Ἀλλὰ πρίγκιψ ἐστὶν ἀξιόλογος· εἰ δὲ οὐ θέλεις, ἄρχων εἰμί. | |
15.6 | καὶ ἐπιλαβόμενος αὐτοῦ ἔσφιγξε τὸ μαφόριον περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐπέδωκε διωγμίτῃ, ὡς μικροῦ δεῖν αὐτὸν πνῖξαι. | |
15.7 | ἦλθον οὖν εἰς τὴν ἀγορὰν καὶ οἱ λοιποὶ καὶ ἡ Σαβῖνα, καὶ κραζόντων αὐτῶν μεγάλῃ φωνῇ· Χριστιανοί ἐσμεν, καὶ χαμαὶ ῥιπτόντων ἑαυτοὺς πρὸς τὸ μὴ ἀπενεχθῆναι εἰς τὸ εἰδωλεῖον, ἓξ διωγμῖται τὸν Πιόνιον ἐβάσταζον κατὰ κεφαλῆς ὡς μὴ δυνα‐ | |
5 | μένους κατέχειν αὐτὸν τοῖς γόνασι λακτίζειν εἰς τὰς πλευρὰς καὶ τὰς χεῖρας καὶ τοὺς πόδας αὐτῶν ὀκλᾶσαι. | |
16.1 | Βοῶντα οὖν ἤγαγον αὐτὸν βαστάζοντες καὶ ἔθηκαν χαμαὶ παρὰ τὸν βωμόν, ᾧ ἔτι παρειστήκει Εὐκτήμων εἰδωλολατρικῶς. | |
16.2 | καὶ ὁ Λέπιδος εἶπεν· Διὰ τί ὑμεῖς οὐ θύετε, Πιόνιε; οἱ περὶ Πιόνιον εἶπαν· Ὅτι Χριστιανοί ἐσμεν. | |
16.3 | Λέπιδος εἶπεν· Ποῖον θεὸν σέβεσθε; Πιόνιος εἶπεν· Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. | |
16.4 | Λέπιδος εἶπεν· Ὁ οὖν ἐσταυρωμένος ἐστίν; Πιόνιος εἶπεν· Ὃν ἀπέστειλεν ὁ θεὸς ἐπὶ σωτηρίᾳ τοῦ κόσμου. | 156 |
16.5 | οἱ δὲ ἄρχοντες μέγα βοήσαντες ἀνεγέλασαν καὶ ὁ Λέπιδος αὐτῷ κατηράσατο. | |
16.6 | ὁ δὲ Πιόνιος ἐβόα· Θεοσέβειαν αἰδέσθητε, δικαιοσύνην τιμήσατε, τὸ ὁμοιοπαθὲς ἐπί‐ γνωτε, τοῖς νόμοις ὑμῶν κατακολουθήσατε. ἡμᾶς κολάζετε ὡς μὴ πειθομένους, καὶ ὑμεῖς ἀπειθεῖτε· κολάζειν ἐκελεύσθητε, οὐ βιάζε‐ | |
5 | σθαι. | |
17.1 | Καὶ πρὸς αὐτὸν Ῥουφῖνός τις παρεστὼς τῶν ἐν τῇ ῥητορικῇ διαφέρειν δοκούντων εἶπεν· Παῦσαι, Πιόνιε, μὴ κενοδόξει. | |
17.2 | ὁ δὲ πρὸς αὐτόν· Αὗταί σου αἱ ῥητορεῖαι; ταῦτά σου τὰ βιβλία; ταῦτα Σωκράτης ὑπὸ Ἀθηναίων οὐκ ἔπαθεν. νῦν πάντες Ἄνυτοι καὶ Μέλητοι. | |
17.3 | ἆρα Σωκράτης καὶ Ἀριστείδης καὶ Ἀνάξαρχος καὶ οἱ λοιποὶ ἐκενοδόξουν καθ’ ὑμᾶς ὅτι καὶ φιλοσοφίαν καὶ δικαιοσύνην καὶ καρτερίαν ἤσκησαν; | |
17.4 | ὁ δὲ Ῥουφῖνος ἀκούσας οὕτως ἐσιώ‐ πησεν. | |
18.1 | Εἷς δέ τις τῶν ἐν ὑπεροχῇ καὶ δόξῃ κοσμικῇ καὶ ὁ Λέπιδος σὺν αὐτῷ εἶπον· Μὴ κρᾶζε, Πιόνιε. | |
18.2 | ὁ δὲ πρὸς αὐτόν· Καὶ μὴ βιάζου· πῦρ ἄναψον καὶ ἑαυτοῖς ἀναβαίνομεν. | |
18.3 | Τερέντιος δέ τις ἀπὸ τοῦ ὄχλου ἀνέκραξεν· Οἴδατε ὅτι οὗτος καὶ τοὺς ἄλλους ἀνασοβεῖ ἵνα μὴ θύσωσιν; | |
18.4 | λοιπὸν οὖν στεφάνους ἐπετίθεσαν αὐτοῖς· οἱ δὲ δια‐ σπῶντες αὐτοὺς ἀπέρριπτον. | |
18.5 | ὁ δὲ δημόσιος εἱστήκει τὸ εἰδωλό‐ θυτον κρατῶν· οὐ μέντοι ἐτόλμησεν ἐγγύς τινος προσελθεῖν, ἀλλ’ αὐτὸς ἐνώπιον πάντων κατέφαγεν αὐτὸ ὁ δημόσιος. | |
18.6 | κραζόντων δὲ αὐτῶν· Χριστιανοί ἐσμεν, μὴ εὑρίσκοντες τὸ τί ποιήσωσιν αὐτοῖς ἀνέπεμψαν αὐτοὺς πάλιν εἰς τὴν φυλακήν, καὶ ὁ ὄχλος ἐνέπαιζε καὶ ἐρράπιζεν αὐτούς. | |
18.7 | καὶ τῇ Σαβίνῃ τις λέγει· Σὺ εἰς τὴν πατρίδα | |
σου οὐκ ἠδύνω ἀποθανεῖν; ἡ δὲ εἶπεν· Τίς ἐστιν ἡ πατρίς μου; ἐγὼ Πιονίου ἀδελφή εἰμι. | 158 | |
18.8 | τῷ δὲ Ἀσκληπιάδῃ Τερέντιος ὁ τότε ἐπι‐ τελῶν τὰ κυνήγια εἶπεν. Σὲ αἰτήσομαι κατάδικον εἰς τὰς μονο‐ μάχους φιλοτιμίας τοῦ υἱοῦ μου. | |
18.9 | ὁ δὲ Ἀσκληπιάδης πρὸς αὐτόν· Οὐ φοβεῖς με ἐν τούτῳ. | |
18.10 | καὶ οὕτως εἰσήχθησαν εἰς τὴν φυλακήν. καὶ εἰσιόντι τῷ Πιονίῳ εἰς τὴν φυλακὴν εἷς τῶν διωγμιτῶν ἔκρουσε κατὰ τῆς κεφαλῆς μεγάλως ὥστε τραυματίσαι αὐτόν· ὁ δὲ ἡσύχασεν. | |
18.11 | αἱ χεῖρες δὲ τοῦ πατάξαντος αὐτὸν καὶ τὰ πλευρὰ ἐφλέγμαναν ὥστε μόλις αὐτὸν ἀναπνεῖν. | |
18.12 | εἰσελθόντες δὲ ἐδόξασαν τὸν θεὸν ὅτι ἔμειναν ἐν ὀνόματι Χριστοῦ ἀβλαβεῖς καὶ οὐκ ἐκράτησεν αὐτῶν ὁ ἐχθρὸς οὐδὲ Εὐκτήμων ὁ ὑποκριτής, καὶ διετέλουν ἐν ψαλμοῖς καὶ εὐχαῖς ἐπιστηρίζοντες ἑαυτούς. | |
18.13 | ἐλέγετο δὲ μετὰ ταῦτα ὅτι ἠξιώκει ὁ Εὐκτήμων ἀναγκασθῆναι ἡμᾶς, καὶ ὅτι αὐτὸς ἀπήνεγκε τὸ ὀίδιον εἰς τὸ Νεμεσεῖον, ὃ καὶ μετὰ φαγεῖν ἐξ αὐτοῦ ὀπτηθὲν ἠθέλησεν ὅλον εἰς τὸν οἶκον ἀποφέρειν. | |
18.14 | ὡς ἐγκαταγέλαστον αὐτὸν διὰ τὴν ἐπιορκίαν γενέσθαι, ὅτι ὤμοσε τὴν τοῦ αὐτοκράτορος τύχην καὶ τὰς Νεμέσεις στεφανωθεὶς μὴ εἶναι Χριστιανὸς μηδὲ ὡς οἱ λοιποὶ παραλιπεῖν τι τῶν πρὸς τὴν ἐξάρνησιν. | |
19.1 | Μετὰ δὲ ταῦτα ἦλθεν ὁ ἀνθύπατος εἰς τὴν Σμύρναν, καὶ προσαχθεὶς ὁ Πιόνιος ἐμαρτύρησε, γενομένων ὑπομνημάτων 〈ὑπὸ〉 τῶν ἐπιτεταγμένων, πρὸ τεσσάρων εἰδῶν Μαρτίων. | |
19.2 | καθεσθεὶς πρὸ βήματος Κυντιλλιανὸς ἀνθύπατος ἐπηρώτησε· Τίς λέγῃ; ἀπε‐ κρίθη· Πιόνιος. | |
19.3 | ὁ δὲ ἀνθύπατος εἶπεν· Ἐπιθύεις; ἀπεκρίνατο· Οὔ. | |
19.4 | ὁ ἀνθύπατος ἐπηρώτησεν· Ποίαν θρησκείαν ἢ αἵρεσιν ἔχεις; ἀπεκρίνατο· Τῶν καθολικῶν. | |
19.5 | ἐπηρώτησε· Ποίων καθολικῶν; ἀπεκρίνατο· Τῆς καθολικῆς ἐκκλησίας εἰμὶ πρεσβύτερος. | |
19.6 | ὁ ἀνθύπατος· Σὺ εἶ ὁ διδάσκαλος αὐτῶν; ἀπεκρίνατο· Ναί, ἐδίδασκον. | |
19.7 | ἐπηρώτησε· Τῆς μωρίας διδάσκαλος ἦς; ἀπεκρίθη· Τῆς θεοσε‐ βείας. | |
19.8 | ἐπηρώτησε· Ποίας θεοσεβείας; ἀπεκρίθη· Τῆς εἰς τὸν θεὸν πατέρα τὸν ποιήσαντα τὰ πάντα. | |
19.9 | ὁ ἀνθύπατος εἶπεν· Θῦσον. ἀπεκρίνατο· Οὔ, τῷ γὰρ θεῷ εὔχεσθαί με δεῖ. | 160 |
19.10 | ὁ δὲ λέγει· Πάντες τοὺς θεοὺς σέβομεν καὶ τὸν οὐρανὸν καὶ τοὺς ὄντας ἐν τῷ οὐρανῷ θεούς. τί, τῷ ἀέρι προσέχεις; θῦσον αὐτῷ. | |
19.11 | ἀπεκρίθη· Οὐ τῷ ἀέρι προσέχω ἀλλὰ τῷ ποιήσαντι τὸν ἀέρα καὶ τὸν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς. | |
19.12 | ὁ ἀνθύπατος εἶπεν· Εἰπόν, τίς ἐποίησεν; ἀπεκρίνατο· Οὐκ ἔξεστιν εἰπεῖν. | |
19.13 | ὁ ἀνθύπατος εἶπεν· Πάντως ὁ θεός, ταυτέστιν ὁ Ζεύς, ὅς ἐστιν ἐν τῷ οὐρανῷ. βασιλεὺς γάρ ἐστι πάντων τῶν θεῶν. | |
20.1 | Σιωπῶντι δὲ τῷ Πιονίῳ καὶ κρεμασθέντι ἐλέχθη· Θύεις; ἀπε‐ κρίνατο· Οὔ. | |
20.2 | πάλιν βασανισθέντι αὐτῷ ὄνυξιν ἐλέχθη· Μετανόη‐ σον· διὰ τί ἀπονενόησαι; ἀπεκρίνατο· Οὐκ ἀπονενόημαι ἀλλὰ ζῶντα θεὸν φοβοῦμαι. | |
20.3 | ὁ ἀνθύπατος· Ἄλλοι πολλοὶ ἔθυσαν καὶ ζῶσι καὶ σωφρονοῦσιν. ἀπεκρίνατο· Οὐ θύω. | |
20.4 | ὁ ἀνθύπατος εἶπεν· Ἐπερω‐ τηθεὶς λόγισαί τι παρὰ σεαυτῷ καὶ μετανόησον. ἀπεκρίνατο· Οὔ. | |
20.5 | ἐλέχθη αὐτῷ· Τί σπεύδεις ἐπὶ τὸν θάνατον; ἀπεκρίνατο· Οὐκ ἐπὶ τὸν θάνατον ἀλλ’ ἐπὶ τὴν ζωήν. | |
20.6 | Κυντιλλιανὸς ὁ ἀνθύπατος εἶπεν· Οὐ μέγα πρᾶγμα ποιεῖς σπεύδων ἐπὶ τὸν θάνατον. καὶ γὰρ οἱ ἀπο‐ γραφόμενοι ἐλαχίστου ἀργυρίου πρὸς τὰ θηρία θανάτου κατα‐ φρονοῦσι, καὶ σὺ εἷς ἐκείνων εἶ. ἐπεὶ οὖν σπεύδεις ἐπὶ τὸν θάνατον, | |
5 | ζῶν καήσῃ. | |
20.7 | καὶ ἀπὸ πινακίδος ἀνεγνώσθη Ῥωμαϊστί· Πιόνιον ἑαυτὸν ὁμολογήσαντα εἶναι Χριστιανὸν ζῶντα καῆναι προσετάξαμεν. | |
21.1 | Ἀπελθόντος δὲ αὐτοῦ μετὰ σπουδῆς εἰς τὸ στάδιον διὰ τὸ πρόθυμον τῆς πίστεως καὶ ἐπιστάντος τοῦ κομενταρησίου ἑκὼν ἀπεδύσατο. | |
21.2 | εἶτα κατανοήσας τὸ ἁγνὸν καὶ εὔσχημον τοῦ σώματος ἑαυτοῦ πολλῆς ἐπλήσθη χαρᾶς, ἀναβλέψας δὲ εἰς τὸν οὐρανὸν καὶ εὐχαριστήσας τῷ τοιοῦτον αὐτὸν διατηρήσαντι θεῷ ἥπλωσεν ἑαυτὸν ἐπὶ τοῦ ξύλου καὶ παρέδωκε τῷ στρατιώτῃ πεῖραι τοὺς ἥλους. | |
21.3 | καθηλωθέντι δὲ αὐτῷ πάλιν ὁ δημόσιος εἶπεν· Μετανόησον καὶ ἀρθήσονταί σου οἱ ἧλοι. | 162 |
21.4 | ὁ δὲ ἀπεκρίθη· Ἠισθόμην γὰρ ὅτι ἔνεισι. καὶ συννοήσας ὀλίγον εἶπεν· Διὰ τοῦτο σπεύδω ἵνα θᾶττον ἐγερθῶ, δηλῶν τὴν ἐκ νεκρῶν ἀνάστασιν. | |
21.5 | ἀνώρθωσαν οὖν αὐτὸν ἐπὶ τοῦ ξύλου, καὶ λοιπὸν μετὰ ταῦτα καὶ πρεσβύτερόν τινα Μητρόδωρον τῆς αἱρέσεως τῶν Μαρκιωνιστῶν. | |
21.6 | ἔτυχεν δὲ τὸν μὲν Πιόνιον ἐκ δεξιῶν, τὸν δὲ Μητρόδωρον ἐξ ἀριστερῶν, πλὴν ἀμφότεροι ἔβλεπον πρὸς ἀνατολάς. | |
21.7 | προσενεγκάντων δὲ αὐτῶν τὴν ὕλην καὶ τὰ ξύλα κύκλῳ περισωρευσάντων ὁ μὲν Πιόνιος συνέκλεισε τοὺς ὀφθαλμοὺς ὥστε τὸν ὄχλον ὑπολαβεῖν ὅτι ἀπέπνευσεν. | |
21.8 | ὁ δὲ κατὰ τὸ ἀπόρ‐ ρητον εὐχόμενος ἐλθὼν ἐπὶ τὸ τέλος τῆς εὐχῆς ἀνέβλεψεν. | |
21.9 | ἤδη δὲ τῆς φλογὸς αἰρομένης γεγηθότι προσώπῳ τελευταῖον εἰπὼν τὸ ἀμὴν καὶ λέξας· Κύριε, δέξαι μου τὴν ψυχήν, ὡς ἐρευγόμενος ἡσύχως καὶ ἀπόνως ἀπέπνευσε καὶ παρακαταθήκην ἔδωκε τὸ πνεῦμα τῷ πατρὶ | |
5 | τῷ πᾶν αἷμα καὶ πᾶσαν ψυχὴν ἀδίκως κατακριθεῖσαν ἐπαγγειλα‐ μένῳ φυλάξαι. | |
22.1 | Τοιοῦτον βίον διανύσας ὁ μακάριος Πιόνιος ἀμώμητον ἀνέγ‐ κλητον ἀδιάφθορον, ἀεὶ τὴν γνώμην ἔχων τεταμένην εἰς θεὸν παντο‐ κράτορα καὶ εἰς τὸν μεσίτην θεοῦ καὶ ἀνθρώπων Ἰησοῦν Χριστὸν τὸν κύριον ἡμῶν, τοιούτου κατηξιώθη τέλους, καὶ τὸν | |
5 | μέγαν ἀγῶνα νικήσας διῆλθε διὰ τῆς στενῆς θύρας εἰς τὸ πλατὺ καὶ μέγα φῶς. | |
22.2 | ἐσημάνθη δὲ αὐτοῦ ὁ στέφανος καὶ διὰ τοῦ σώματος. μετὰ γὰρ τὸ κατασβεσθῆναι τὸ πῦρ τοιοῦτον αὐτὸν εἴδομεν οἱ παραγενόμενοι ὁποῖόν τε τὸ σῶμα ἀκμάζοντος ἀθλητοῦ κεκοσμη‐ μένου. | |
22.3 | καὶ γὰρ τὰ ὦτα αὐτοῦ 〈οὐ〉 μυλλὰ ἐγένοντο καὶ αἱ τρίχες ἐν χρῷ τῆς κεφαλῆς προσεκάθηντο, τὸ δὲ γένειον αὐτοῦ ὡς ἰούλοις ἐπανθοῦσιν ἐκεκόσμητο. | |
22.4 | ἐπέλαμπε δὲ καὶ τὸ πρόσωπον αὐτοῦ πάλιν, χάρις θαυμαστή, ὥστε τοὺς Χριστιανοὺς στηριχθῆναι μᾶλλον τῇ πίστει, τοὺς δὲ ἀπίστους πτοηθέντας καὶ τὸ συνειδὸς ἔχοντας πεφοβημένον κατελθεῖν. | |
23.1 | Ταῦτα ἐπράχθη ἐπὶ ἀνθυπάτου τῆς Ἀσίας Ἰουλίου Πρό‐ | |
κλου Κυντιλλιανοῦ, ὑπατευόντων αὐτοκράτορος Γ. Μεσίου Κύντου Τραιανοῦ Δεκίου Σεβαστοῦ τὸ δεύτερον καὶ Οὐεττίου Γρατοῦ, πρὸ τεσσάρων εἰδῶν Μαρτίων κατὰ Ῥωμαίους, κατὰ δὲ Ἀσιανοὺς μηνὸς | 164 | |
5 | ἕκτου ἐννεακαιδεκάτῃ, ἡμέρᾳ σαββάτῳ, ὥρᾳ δεκάτῃ, κατὰ δὲ ἡμᾶς βασιλεύοντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. ἀμήν. | 166 |